Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.6 Dem. 24.9 (English) >>Dem. 24.13

24.8τὸν δʼ εἰς τοιαῦτα καταστήσαντά μʼ ἀδίκως ἀδιάλλακτον ἐχθρὸν ἡγούμην. ἰδὼν δʼ ἠδικηκότα κοινῇ πᾶσαν τὴν πόλιν καὶ περὶ τὴν εἴσπραξιν τῶν εἰσφορῶν καὶ περὶ τὴν ποίησιν τῶν πομπείων, καὶ χρήματα πολλὰ τῆς θεοῦ καὶ τῶν ἐπωνύμων καὶ τῆς πόλεως ἔχοντα καὶ οὐκ ἀποδιδόντα, ἦλθον ἐπʼ αὐτὸν μετʼ Εὐκτήμονος, ἡγούμενος ἁρμόττοντʼ εἰληφέναι καιρὸν τοῦ βοηθῆσαί θʼ ἅμα τῇ πόλει καὶ τιμωρίαν ὑπὲρ ὧν ἐπεπόνθειν λαβεῖν· βουλοίμην δʼ ἂν ἐμέ τε τυχεῖν ὧν βούλομαι τοῦτόν τε παθεῖν ὧν ἄξιός ἐστι. 24.9τοῦ δὲ πράγματος οὐκέτʼ ὄντος ἀμφισβητησίμου, ἀλλὰ πρῶτον μὲν τῆς βουλῆς κατεγνωκυίας, εἶτα τοῦ δήμου μίαν ἡμέραν ὅλην ἐπὶ τούτοις αὐτοῖς ἀναλώσαντος, πρὸς δὲ τούτοις δικαστηρίοιν δυοῖν εἰς ἕνα καὶ χιλίους ἐψηφισμένων, ἐνούσης δʼ οὐδεμιᾶς ἔτʼ ἀποστροφῆς τοῦ μὴ τὰ χρήματʼ ἔχειν ὑμᾶς, Τιμοκράτης οὑτοσὶ τοσοῦθʼ ὑπερεῖδεν ἅπαντα τὰ πράγματα, ὥστε τίθησι τουτονὶ τὸν νόμον, διʼ οὗ τῶν ἱερῶν μὲν χρημάτων τοὺς θεούς, τῶν ὁσίων δὲ τὴν πόλιν ἀποστερεῖ, ἄκυρα δὲ τὰ γνωσθένθʼ ὑπὸ τῆς βουλῆς καὶ τοῦ δήμου καὶ τοῦ δικαστηρίου καθίστησιν, ἄδειαν δὲ τὰ κοινὰ διαρπάζειν τῷ βουλομένῳ πεποίηκεν. 24.10ὑπὲρ δὴ τούτων ἁπάντων λύσιν εὑρίσκομεν ταύτην οὖσαν μόνην, εἰ γραψάμενοι τὸν νόμον καὶ εἰσαγαγόντες εἰς ὑμᾶς λῦσαι δυναίμεθα. ἐξ ἀρχῆς οὖν ἐν βραχέσιν τὰ πραχθέντα δίειμι πρὸς ὑμᾶς, ἵνα μᾶλλον μάθητε καὶ παρακολουθήσητε τοῖς περὶ τὸν νόμον αὐτὸν ἀδικήμασιν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.6 Dem. 24.9 (English) >>Dem. 24.13

Powered by PhiloLogic